Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν δὲ περὶ τὸν Γάιον βοώντων κτεῖναι τὸν τύραννον, ‘εἰκότως,’ εἶπεν, ‘οἱ τῇ πατρίδι πολεμοῦντες ἐμὲ βούλονται προανελεῖν οὐ γὰρ οἷόν τε τὴν Ῥώμην πεσεῖν Σκιπίωνος ἑστῶτος οὐδὲ ζῆν Σκιπίωνα τῆς Ῥώμης πεσούσης.’