previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κικέρωνος


Κικέρων ῥήτωρ εἰς τοὔνομα σκωπτόμενος καὶ τῶν φίλων μεταθέσθαι κελευόντων, ἔφη τὸν Κικέρωνα ποιήσειν τῶν Κατώνων καὶ τῶν Κάτλων καὶ τῶν Σκαύρων ἐνδοξότερον.


ἔκπωμα δὲ ἀργυροῦν τοῖς θεοῖς ἀνατιθεὶς [p. 216] τὰ μὲν πρῶτα τῶν ὀνομάτων γράμμασιν ἐσήμανεν, ἀντὶ δὲ τοῦ Κικέρωνος ἐρέβινθον ἐτόρευσε.


τῶν δὲ ῥητόρων τοὺς μέγα βοῶντας ἔλεγε δι᾽ ἀσθένειαν ἐπὶ τὴν κραυγὴν ὡς χωλοὺς ἀναβαίνειν ἐφ᾽ ἵππον.


Οὐέρρου δὲ υἱὸν ἔχοντος οὐκ εὖ κεχρημένον ἐφ᾽ ὥρᾳ τῷ σώματι, τὸν δὲ Κικέρωνα λοιδοροῦντος εἰς μαλακίαν καὶ κίναιδον ἀποκαλοῦντος, ‘ἀγνοεῖς,’ εἶπεν, ‘ὅτι προσήκει τοῖς τέκνοις ἐντὸς θυρῶν λοιδορεῖσθαι;’


Μετέλλου δὲ Νέπωτος εἰπόντος πρὸς αὐτὸν ὅτιπλείονας μαρτυρῶν ἀπέκτονας συνηγορῶν σέσωκας,’ ‘καὶ γὰρ ἔστιν,’ ἔφη, ‘πλεῖον ἐμοὶ πίστεως λογιότητος.’


ἐρωτῶντος δὲ τοῦ Μετέλλου τίς αὐτοῦ πατήρ ἐστι, ‘ταύτην,’ ἔφη, ‘τὴν ἀπόκρισιν χαλεπωτέραν σὴ μήτηρ πεποίηκεν.’ ἦν γὰρ τοῦ Μετέλλου ἀκόλαστος, δὲ Μέτελλος αὐτὸς ὑπόκουφος καὶ ἀβέβαιος καὶ φερόμενος ταῖς ὁρμαῖς.


Διοδότῳ δὲ τῷ διδασκάλῳ τῶν ῥητορικῶν ἀποθανόντι κόρακα λίθινον ἐπιστήσαντος αὐτοῦ, δικαίαν ἔφη τὴν ἀμοιβὴν γεγονέναι: ‘πέτεσθαι γὰρ τοῦτον οὐ λέγειν ἐδίδαξεν.’


Οὐατίνιον δὲ ἄνθρωπον ἑαυτῷ διάφορον καὶ μοχθηρὸν ἄλλως ἀκούσας ὅτι τέθνηκεν, εἶτα γνοὺς ὕστερον ὅτι ζῇ, ‘κακός,’ εἶπεν, ‘ἀπόλοιτο κακῶς ψευσάμενος.’


πρὸς δὲ τὸν δοκοῦντα Λίβυν ἀπὸ γένους [p. 218] εἶναι, φήσαντα δὲ αὐτοῦ μὴ ἀκούειν λέγοντος, ‘καὶ μὴν οὐκ ἀτρύπητον ἔχεις τὸ οὖς,’ εἶπε.


Κάστον δὲ Ποπίλλιον νομικὸν εἶναι βουλόμενον, ὄντα δὲ ἀμαθῆ καὶ ἀφυῆ, προσεκαλεῖτο μάρτυρα πρός τινα δίκην εἰπόντος δὲ ἐκείνου μηδὲν γινώσκειν, ‘οἴει γὰρ ἴσως,’ εἶπε, ‘περὶ τῶν νομίμων ἐπερωτᾶσθαι.’


Ὁρτησίου δὲ τοῦ ῥήτορος λαβόντος μισθὸν ἀργυρᾶν σφίγγα παρὰ τοῦ Βέρρου καὶ πρὸς τὸν Κικέρωνα πλαγίως τι εἰπόντα φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, ‘καὶ μὴν σφίγξ,’ ἔφη, ‘παρὰ σοί ἐστιν.’


Οὐοκωνίῳ δὲ ἀπαντήσας μετὰ τριῶν θυγατέρων ἀμορφοτάτων τὴν ὄψιν ἀτρέμα πρὸς τοὺς φίλους εἶπεν
Φοίβου ποτ᾽ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.


Φαύστου δὲ τοῦ Σύλλα παιδὸς διὰ πλῆθος δανείων ἀπάρτιον προγράψαντος, ‘ταύτην,’ ἔφη, ‘μᾶλλον ἀσπάζομαι τὴν προγραφὴν τὴν πατρῴαν.’


Πομπηίου δὲ καὶ Καίσαρος διαστάντων, ἔφη, ‘γιγνώσκω ὃν φύγω, μὴ γιγνώσκων πρὸς ὃν φύγω.’


καὶ Πομπήιον ἐμέμψατο τὴν πόλιν [p. 220] ἐκλιπόντα καὶ Θεμιστοκλέα μᾶλλον Περικλέα μιμησάμενον, οὐκ ἐκείνοις τῶν πραγμάτων ἀλλὰ τούτοις ὁμοίων ὄντων.


γενόμενος δ᾽ οὖν παρὰ Πομπηίῳ καὶ πάλιν μετανοῶν, ἐρωτηθεὶς ὑπὸ Πομπηίου ποῦ Πείσωνα τὸν γαμβρὸν ἀπολέλοιπεν ἔφη, ‘παρὰ τῷ σῷ πενθερῷ.’


μεταβαλομένου δέ τινος ἀπὸ Καίσαρος πρὸς τὸν Πομπήιον, λέγοντος ὑπὸ σπουδῆς καὶ προθυμίας ἀπολελοιπέναι τὸν ἵππον, βέλτιον ἔφη αὐτὸν περὶ τοῦ ἵππου βεβουλεῦσθαι.


πρὸς δὲ τὸν ἀπαγγέλλοντα τοὺς Καίσαρος φίλους σκυθρωποὺς εἶναι, ‘λέγεις,’ ἔφη, ‘δυσνοεῖν αὐτοὺς Καίσαρι.’


μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην Πομπηίου μὲν φυγόντος, Νωνίου δέ τινος ἔτι παρ᾽ αὑτοῖς ἀετοὺς ἑπτὰ φήσαντος εἶναι καὶ διὰ τοῦτο θαρρεῖν παρακαλοῦντος, ‘καλῶς ἂν παρῄνεις,’ εἶπεν, ‘εἰ κολοιοῖς ἐπολεμοῦμεν.’


ἐπεὶ δὲ Καῖσαρ κρατήσας τὰς Πομπηίου καταβεβλημένας εἰκόνας ἀνέστησε μετὰ τιμῆς, ἔφη περὶ αὐτοῦ λέγων Κικέρων ὅτιτοὺς Πομπηίου Καῖσαρ ἀνδριάντας ἱστὰς τοὺς αὑτοῦ1 πήγνυσιν.’


οὕτω δὲ πολλοῦ τὸ καλῶς λέγειν ἐτίμα τε καὶ περὶ τοῦτο μάλιστα ἠγωνία, ὥστε προκειμένης δίκης ἐπὶ τῶν ἑκατὸν ἀνδρῶν καὶ ἐπικειμένης τῆς [p. 222] ἡμέρας, Ἔρωτα ἀπαγγείλαντα αὐτῷ τὸν οἰκέτην εἰς τὴν ἐπιοῦσαν ὑπερτεθῆναι τὴν δίκην ἠλευθέρωσε.

1 τοὺς αὑτοῦ F.C.B. (cf. the Life of Cicero, chap. lx.): τοῦ ἑαυτοῦ.

load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: