Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ μὲν πρῶτα τῶν ὀνομάτων γράμμασιν ἐσήμανεν, ἀντὶ δὲ τοῦ Κικέρωνος ἐρέβινθον ἐτόρευσε.
τῶν δὲ ῥητόρων τοὺς μέγα βοῶντας ἔλεγε δι᾽ ἀσθένειαν ἐπὶ τὴν κραυγὴν ὡς χωλοὺς ἀναβαίνειν ἐφ᾽ ἵππον.
Οὐέρρου δὲ υἱὸν ἔχοντος οὐκ εὖ κεχρημένον ἐφ᾽ ὥρᾳ τῷ σώματι, τὸν δὲ Κικέρωνα λοιδοροῦντος εἰς μαλακίαν καὶ κίναιδον ἀποκαλοῦντος, ‘ἀγνοεῖς,’ εἶπεν, ‘ὅτι προσήκει τοῖς τέκνοις ἐντὸς θυρῶν λοιδορεῖσθαι;’
Μετέλλου δὲ Νέπωτος εἰπόντος πρὸς αὐτὸν ὅτι ‘πλείονας μαρτυρῶν ἀπέκτονας ἢ συνηγορῶν ’