previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλίππου τοῦ Ἀλεξάνδρου πατρός


Φίλιππον τὸν Ἀλεξάνδρου πατέρα Θεόφραστος ἱστόρηκεν οὐ 1 μόνον μεταξὺ τῶν βασιλέων, ἀλλὰ καὶ τῇ τύχῃ καὶ τῷ τρόπῳ μείζονα γενέσθαι καὶ μετριώτερον.


Ἀθηναίους μὲν οὖν μακαρίζειν ἔλεγεν, εἰ καθ᾽ ἕκαστον ἐνιαυτὸν αἱρεῖσθαι δέκα στρατηγοὺς; εὑρίσκουσιν αὐτὸς γὰρ ἐν πολλοῖς ἔτεσιν ἕνα μόνον στρατηγὸν εὑρηκέναι, Παρμενίωνα.


πολλῶν δὲ κατορθωμάτων αὐτῷ καὶ καλῶν ἐν μιᾷ ἡμέρᾳ προσαγγελθέντων, ‘ τύχηεἶπεμικρὸν τι μοι κακὸν ἀντὶ τῶν τοσούτων καὶ τηλικούτων ἀγαθῶν ποίησον


ἐπεὶ δὲ νικήσαντι τοὺς Ἕλληνας αὐτῷ [p. 16] συνεβούλευον ἔνιοι φρουραῖς τὰς πόλεις κατέχειν, ἔφη μᾶλλον πολὺν χρόνον ἐθέλειν χρηστὸς δεσπότης ὀλίγον καλεῖσθαι.


τὸν δὲ λοίδορον ἐξελάσαι τῶν φίλων κελευόντων, οὐκ ἔφη ποιήσειν, ἵνα μὴ περιιὼν ἐν πλείοσι κακῶς λέγῃ.


Σμικύθου δὲ Νικάνορα διαβάλλοντος ὡς ἀεὶ κακῶς λέγοντα τὸν Φίλιππον καὶ τῶν ἑταίρων οἰομένων δεῖν μεταπέμπεσθαι καὶ κολάζειν, ‘ἀλλὰ μήνἔφηΝικάνωρ οὐ φαυλότατός ἐστι Μακεδόνων: ἐπισκεπτέον οὖν, μή τι γίνεται παρ᾽ ἡμᾶς.’ ὡς οὖν ἔγνω τὸν Νικάνορα θλιβόμενον ἰσχυρῶς ὑπὸ πενίας ἠμελημένον δὲ ὑπ᾽ αὐτοῦ, προσέταξε δωρεάν τινα αὐτῷ δοθῆναι. πάλιν οὖν τοῦ Σμικύθου λέγοντος, ὅτι θαυμαστὰ περὶ αὐτοῦ πρὸς ἅπαντας ἐγκώμια λέγων Νικάνωρ διατελεῖ, ‘ὁρᾶτε οὖνεἶπενὅτι παρ᾽ ἡμᾶς αὐτούς ἐστι καὶ τὸ καλῶς καὶ τὸ κακῶς ἀκούειν


τοῖς δὲ τῶν Ἀθηναίων δημαγωγοῖς ἔφη χάριν ἔχειν, ὅτι λοιδοροῦντες αὐτὸν βελτίονα ποιοῦσι καὶ τῷ λόγῳ καὶ τῷ ἤθει: ‘πειρῶμαι γὰρ αὐτοὺς ἅμα καὶ τοῖς λόγοις καὶ τοῖς ἔργοις ψευδομένους ἐλέγχειν.’


τῶν δὲ Ἀθηναίων, ὅσοι περὶ Χαιρώνειαν ἑάλωσαν, ἀφεθέντων ὑπ᾽ αὐτοῦ δίχα λύτρων, τὰ δὲ ἱμάτια καὶ στρώματα προσαπαιτούντων καὶ τοῖς Μακεδόσιν ἐγκαλούντων, γελάσας Φίλιππος; εἶπενοὐ δοκοῦσιν ὑμῖν Ἀθηναῖοι νομίζειν ἐν ἀστραγάλοις ὑφ᾽ ἡμῶν νενικῆσθαι


τῆς δὲ κλειδὸς αὐτῷ κατεαγείσης ἐν πολέμῳ [p. 17] καὶ τοῦ θεραπεύοντος ἰατροῦ πάντως τι καθ᾽ ἡμέραν αἰτοῦντος, ‘λάμβανεἔφηὅσα βούλει: τὴν γὰρ κλεῖν ἔχεις


δυεῖν δὲ ἀδελφῶν Ἀμφοτεροῦ καὶ Ἑκατεροῦ, τὸν μὲν Ἑκατερὸν ἔμφρονα καὶ πρακτικὸν ὁρῶν, τὸν δὲ Ἀμφοτερὸν εὐήθη καὶ ἀβέλτερον ἔφη τὸν μὲν Ἑκατερὸν ἀμφότερον εἶναι, τὸν δὲ Ἀμφοτερὸν οὐδέτερον


τοὺς δὲ συμβουλεύοντας αὐτῷ πικρῶς χρῆσθαι τοῖς Ἀθηναίοις ἀτόπους ἔλεγεν εἶναι, κελεύοντας ἄνθρωπον ὑπὲρ δόξης πάντα ποιοῦντα καὶ πάσχοντα ἀποβαλεῖν τὸ τῆς δόξης θέατρον.


γενόμενος δὲ κριτὴς δυεῖν πονηρῶν ἐκέλευσε τὸν μὲν φεύγειν ἐκ Μακεδονίας τὸν δὲ ἕτερον διώκειν,


μέλλων δὲ καταστρατοπεδεύειν ἐν χωρίῳ καλῷ καὶ πυθόμενος ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις, ‘οἷοςεἶπεν βίος: ἡμῶν ἐστίν, εἰ καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ὀφείλομεν ζῆν;


φρούριον δέ τι βουλόμενος λαβεῖν ὀχυρόν, ὡς ἀπήγγειλαν οἱ κατάσκοποι χαλεπὸν εἶναι παντάπασι καὶ ἀνάλωτον, ἠρώτησεν εἰ χαλεπὸν οὕτως ἐστίν, ὥστε μηδὲ ὄνον προσελθεῖν χρυσίον κομίζοντα.


τῶν δὲ περὶ Λασθένην τὸν Ὀλύνθιον ἐγκαλούντων καὶ ἀγανακτούντων, ὅτι προδότας αὐτοὺς ἔνιοι τῶν περὶ τὸν Φίλιππον ἀποκαλοῦσι, σκαιούς ἔφη φύσει καὶ ἀγροίκους εἶναι Μακεδόνας καὶ τὴν σκάφην σκάφην λέγοντας [p. 18]


τῷ δὲ υἱῷ παρῄνει πρὸς χάριν ὁμιλεῖν τοῖς Μακεδόσι, κτώμενον ἑαυτῷ τὴν παρὰ τῶν πολλῶν δύναμιν, 2 ἕως ἔξεστι βασιλεύοντος ἄλλου φιλάνθρωπον εἶναι.


συνεβούλευε δὲ τῶν ἐν ταῖς πόλεσι δυνατῶν καὶ τοὺς ἀγαθοὺς φίλους κτᾶσθαι καὶ τοὺς πονηρούς, εἶτα οἷς μὲν χρῆσθαι οἷς δ᾽ ἀποχρῆσθαι.


πρὸς δὲ Φίλωνα τὸν Θηβαῖον εὐεργέτην αὐτοῦ γενόμενον καὶ ξένον, ὁπηνίκα διῆγεν ἐν Θήβαις. ὁμηρεύων, ὕστερον δὲ μηδεμίαν παρ᾽ αὐτοῦ δωρεὰν προσδεχόμενονμή μεεἶπενἀφαιροῦ τὸ ἀνίκητον εὐεργεσίας καὶ χάριτος ἡττώμενον.’


ληφθέντων δὲ πολλῶν αἰχμαλώτων, ἐπίπρασκεν αὐτοὺς ἀνεσταλμένῳ τῷ χιτῶνι καθήμενος οὐκ εὐπρεπῶς: εἷς οὖν τῶν πωλουμένων ἀνεβόησεφεῖσαί μου, Φίλιππε, πατρικὸς γάρ εἰμί σου φίλος:’ ἐρωτήσαντος δὲ τοῦ Φιλίππουπόθεν, ἄνθρωπε, γενόμενος καὶ πῶς;’ ‘ἐγγύςἔφηφράσαι σοι βούλομαι προσελθών:’ ὡς οὖν προσήχθημικρόνἔφηκατωτέρω τὴν χλαμύδα ποίησον, ἀσχημονεῖς γὰρ οὕτω καθήμενος:’ καὶ Φίλιπποςἄφετε αὐτόνεἶπενἀληθῶς γὰρ εὔνους ὢν καὶ φίλος ἐλάνθανεν.’


ἐπεὶ δὲ ὑπό τινος ξένου κληθεὶς ἐπὶ δεῖπνον ἐν ὁδῷ πολλοὺς ἐπήγετο καὶ τὸν ξένον ἑώρα θορυβούμενον, ἦν γὰρ οὐχ ἱκανὰ τὰ παρεσκευασμένα, προπέμπων τῶν φίλων ἑκάστῳ, πλακοῦντι χώραν ἐκέλευεν ἀπολείπειν: οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες οὐκ ἢσθιον πολλά, καὶ πᾶσιν οὓτως ἤρκεσεν. [p. 19]


Ἱππάρχου τοῦ Εὐβοέως ἀποθανόντος, δῆλος ἦν βαρέως φέρων εἰπόντος δέ τινοςἀλλὰ μὴν ὡραῖος ὢν ἐκεῖνος ἀποτέθνηκεν’, ‘ἑαυτῷ γεεἶπεν, ‘ἐμοὶ δὲ ταχέως: ἔφθη γὰρ τελευτῆσαι πρὶν παρ᾽ ἐμοῦ χάριν ἀξίαν τῆς φιλίας ἀπολαβεῖν.’


πυθόμενος δ᾽ ἐγκαλεῖν αὐτῷ τὸν Ἀλέξανδρον, ὅτι παῖδας ἐκ πλειόνων ποιεῖται γυναικῶν, ‘οὐκοῦνἔφηπολλοὺς ἔχων περὶ τῆς βασιλείας ἀνταγωνιστὰς γενοῦ καλὸς κἀγαθός, ἵνα μὴ δι᾽ ἐμὲ τῆς βασιλείας τύχῃς ἀλλὰ διὰ σεαυτόνἐκέλευε δ᾽ αὐτὸν Ἀριστοτέλει προσέχειν καὶ φιλοσοφεῖν, ‘ὅπωςἔφημὴ πολλὰ τοιαῦτα πράξῃς, ἐφ᾽ οἷς ἐγὼ πεπραγμένοις μεταμέλομαι,’


τῶν δὲ Ἀντιπάτρου φίλων τινὰ κατατάξας εἰς τοὺς δικαστάς, εἶτα τὸν πώγωνα βαπτόμενον αἰσθανόμενος καὶ τὴν κεφαλήν, ἀνέστησεν εἰπὼν τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἀξιόπιστον ἐν πράγμασι.


Μαχαίτᾳ δέ τινα κρίνων δίκην καὶ ὑπονυστάζων οὐ πάνυ προσεῖχε τοῖς δικαίοις ἀλλὰ κατέκρινεν ἐκείνου δὲ ἀναβοήσαντος ἐκκαλεῖσθαι τὴν κρίσιν, διοργισθεὶςἐπὶ τίνα;εἶπε: καὶ Μαχαίταςἐπὶ σὲ βασιλεῦ αὐτόν, ἂν ἐγρηγορὼς καὶ προσέχων ἀκούῃς.’ τότε μὲν οὖν ἀνέστη: γενόμενος δὲ μᾶλλον ἐφ᾽ ἑαυτῷ καὶ γνοὺς ἀδικούμενον τὸν Μαχαίταν τὴν μὲν κρίσιν οὐκ ἔλυσε, τὸ δὲ τίμημα τῆς δίκης αὐτὸς ἐξέτισεν.


ἐπεὶ δὲἍρπαλος ὑπὲρ συγγενοῦς καὶ οἰκείου Κράτητος ἀδικημάτων δίκην ἔχοντος ἠξίου τὴν ζημίαν [p. 20] εἰσενεγκεῖν ἀφεθῆναι δὲ τῆς κρίσεως, ἵνα μὴ λοιδορηθῇ, ‘βέλτιόν ἐστινεἶπετοῦτον αὐτὸν ἡμᾶς διὰ τοῦτον κακῶς ἀκούειν.’


ἀγανακτούντων δὲ τῶν φίλων, ὅτι συρίττουσιν αὐτὸν ἐν Ὀλυμπίοις εὖ πεπονθότες οἱ Πελοποννήσιοι, ‘τί οὖνεἶπενἐὰν κακῶς πάθωσι;


κοιμηθεὶς δὲ πλείονα χρόνον ἐπὶ στρατείας εἶτα διαναστὰςἀσφαλῶςεἶπενἐκάθευδον: Ἀντίπατρος γὰρ ἐγρηγόρει,’


πάλιν δὲ ἡμέρας καθεύδοντος αὐτοῦ καὶ τῶν ἠθροισμένων ἐπὶ θύραις Ἑλλήνων ἀγανακτούντων καὶ ἐγκαλούντων, Παρμενίωνμὴ θαυμάσητεεἶπενεἰ καθεύδει νῦν Φίλιππος ὅτε γὰρ ἐκαθεύδετε ὑμεῖς, οὗτος ἐγρηγόρει.’


ψάλτην δέ τινα βουλομένου παρὰ δεῖπνον ἐπανορθοῦν αὐτοῦ καὶ λαλεῖν περὶ κρουμάτων, ψάλτηςμὴ γένοιτό σοιεἶπεν βασιλεῦ κακῶς οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς. ’


ἐπεὶ δὲ διενεχθέντος αὐτοῦ πρὸς Ὀλυμπιάδα τὴν γυναῖκα καὶ τὸν υἱὸν ἧκε Δημάρατος Κορίνθιος, ἐπυνθάνετο, πῶς πρὸς ἀλλήλους ἔχουσιν οἱ Ἕλληνες: καὶ Δημάρατοςπάνυ γοῦνἔφη σοὶπερὶ τῆς τῶν Ἑλλήνων ὁμονοίας λόγος ἐστίν, οὕτω πρὸς σὲ τῶν οἰκειοτάτων ἐχόντων δὲ συμφρονήσας ἐπαύσατο τῆς ὀργῆς καὶ διηλλάγη πρὸς αὐτούς.


πρεσβύτιδος δὲ πενιχρᾶς ἀξιούσης ἐπ᾽ αὐτοῦ κριθῆναι καὶ πολλάκις ἐνοχλούσης, ἔφη μὴ σχολάζειν: δὲ πρεσβῦτις ἐκκραγοῦσακαὶ μὴ βασίλευε [p. 21]εἶπεν. δὲ θαυμάσας τὸ ῥηθὲν οὐ μόνον ἐκείνης ἀλλὰ καὶ τῶν ἄλλων εὐθὺς διήκουσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: