Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συνεβούλευε δὲ τῶν ἐν ταῖς πόλεσι δυνατῶν καὶ τοὺς ἀγαθοὺς φίλους κτᾶσθαι καὶ τοὺς πονηρούς, εἶτα οἷς μὲν χρῆσθαι οἷς δ᾽ ἀποχρῆσθαι.
πρὸς δὲ Φίλωνα τὸν Θηβαῖον εὐεργέτην αὐτοῦ γενόμενον καὶ ξένον, ὁπηνίκα διῆγεν ἐν Θήβαις. ὁμηρεύων, ὕστερον δὲ μηδεμίαν παρ᾽ αὐτοῦ δωρεὰν προσδεχόμενον ‘μή με’ εἶπεν ‘ἀφαιροῦ τὸ ἀνίκητον εὐεργεσίας καὶ χάριτος ἡττώμενον.’
ληφθέντων δὲ πολλῶν αἰχμαλώτων, ἐπίπρασκεν αὐτοὺς ἀνεσταλμένῳ τῷ χιτῶνι καθήμενος οὐκ εὐπρεπῶς: εἷς οὖν τῶν πωλουμένων ἀνεβόησε ‘φεῖσαί μου, Φίλιππε, πατρικὸς γάρ εἰμί σου φίλος:’ ἐρωτήσαντος δὲ τοῦ Φιλίππου ‘πόθεν, ὦ ἄνθρωπε, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.