Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μέλλοντι δὲ αὐτῷ περὶ τῶν ὅλων ἐν Ἀρβήλοις κινδυνεύειν πρὸς ἑκατὸν μυριάδας ἀντιτεταγμένας προσῄεσαν οἱ φίλοι, τῶν στρατιωτῶν κατηγοροῦντες ὡς ἐν ταῖς σκηναῖς διαλαλούντων καὶ συντιθεμένων, ὅπως μηδὲν τῶν λαφύρων εἰς τὸ βασιλικὸν ἀνοίσουσιν ἀλλ᾽ αὐτοὶ κερδανοῦσιν. ὁ δὲ μειδιάσας ‘ἀγαθά’ φησὶν ‘ἀγγέλλετε: νικᾶν γὰρ ἀνδρῶν οὐ φεύγειν παρεσκευασμένων ἀκούω διαλογισμούς.’ καὶ προσιόντες αὐτῷ πολλοὶ τῶν στρατιωτῶν ἔλεγον ‘ὦ βασιλεῦ, θάρρει καὶ μὴ φοβοῦ τὸ πλῆθος τῶν πολεμίων, αὐτὸν γὰρ ἡμῶν τὸν γράσον οὐχ ὑπομενοῦσι’
Παρατασσομένου δὲ τοῦ στρατεύματος ἰδών
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.