κύρτον αὐτομάτως ἐκείνου καθεύδοντος ἐνδυομένας ἔλεγεν οὖν ὁ Τιμόθεος ‘εἰ τηλικαύτας πόλεις λαμβάνω καθεύδων, τί με οἴεσθε ποιήσειν ἐγρηγορότα;’
τῶν δὲ τολμηρῶν στρατηγῶν τινος τραῦμα τοῖς Ἀθηναίοις δεικνύντος, ‘ἐγὼ δέ’ εἶπεν ‘ᾐσχύνθην ὅτι μου στρατηγοῦντος ὑμῶν ἐν Σάμῳ καταπελτικὸν βέλος ἐγγὺς ἔπεσε.’
τῶν δὲ ῥητόρων τὸν Χάρητα προαγόντων καὶ τοιοῦτον ἀξιούντων εἶναι τὸν Ἀθηναίων στρατηγόν, ‘οὐ τὸν στρατηγόν’ εἶπεν ὁ Τιμόθεος ‘ἀλλὰ τὸν τῷ στρατηγῷ τὰ στρώματα κομίζοντα.’