Κλεομένης πρὸς τὸν ὑπισχνούμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνῄσκοντας ἐν τῷ μάχεσθαι ‘μὴ σύ γε’ εἶπεν ‘ἀλλὰ δός: μοι τοὺς κατακτέννοντας ἐν τῷ μάχεσθαι.’
Παιδαρήτου
Παιδάρητος 1 οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους, ἥτις ἦν ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει, χαίρειν λέγων εἰ τριακοσίους ἡ πόλις ἔχει πολίτας ἑαυτοῦ βελτίονας.
Δαμωνίδου
Δαμωνίδας δὲ ταχθεὶς εἰς τὴν τελευταίαν τοῦ χοροῦ τάξιν ὑπὸ τοῦ τὸν χορὸν ἱστάντος ‘εὖγε’ εἶπεν ‘ἐξεῦρες:, πῶς καὶ αὐτὸς ὁ τόπος 2 ἔντιμος γένηται.’