φέρειν περὶ αὐτοῦ: καὶ ταῦτα εἰπὼν ἀνέβαινεν, ὁ δὲ δῆμος ἐπηκολούθησε τοὺς κατηγόρους ἀπολιπὼν λέγοντας.
Τίτου κοιντίου
Τίτος Κοΐντιος 1 οὕτως ἦν εὐθὺς ἐξ ἀρχῆς ἐπιφανής, ὥστε πρὸ δημαρχίας καὶ στρατηγίας καὶ ἀγορανομίας ὕπατος αἱρεθῆναι. πεμφθεὶς δὲ στρατηγὸς ἐπὶ Φίλιππον εἰς λόγους ἐπείσθη συνελθεῖν αὐτῷ: τοῦ δὲ Φιλίππου λαβεῖν ὁμήρους ἀξιοῦντος, ἐκεῖνον μὲν γὰρ εἶναι μετὰ πολλῶν Ῥωμαίων, ἑαυτὸν δὲ μόνον Μακεδόσι: ‘σὺ γὰρ μόνον’ ὁ Κοΐντιος 2 ἔφη ‘ἑαυτὸν ἐποίησας ἀποκτείνας τοὺς φίλους καὶ συγγενεῖς.’