Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπαίνων ἢ ψόγων τῶν προσηκόντων ὑπατεύων ὁ Πομπήιος κατήγαγεν αὐτὸς τὸν ἵππον ἐπὶ τοὺς τιμητὰς Γέλλιον 1 καὶ Λέντλον: ἐκείνων δὲ ὥσπερ ἔθος ἐστὶ πυθομένων, εἰ πάσας ἐστράτευται τὰς στρατείας, ‘πάσας’ εἶπεν ‘ὑπ᾽ ἐμαυτῷ αὐτοκράτορι.’
τῶν δὲ Σερτωρίου γραμμάτων κρατήσας ἐν Ἰβηρίᾳ, ἐν οἷς ἦσαν ἐπιστολαὶ πολλῶν ἡγεμόνων ἐπὶ νεωτερισμῷ καὶ μεταβολῇ τῆς πολιτείας τὸν Σερτώριον εἰς Ῥώμην καλούντων, κατέκαυσε πάσας διδοὺς μετανοῆσαι καὶ βελτίονας γενέσθαι τοὺς πονηρούς.
ἐπεὶ δὲ Φραάτης ὁ Πάρθων βασιλεὺς ἔπεμψε πρὸς αὐτὸν ἀξιῶν ὅρῳ χρῆσθαι τῷ Εὐφράτῃ, μᾶλλον ἔφη χρῆσθαι Ῥωμαίους ὅρῳ πρὸς Πάρθους τῷ δικαίῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.