Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὁ Ταρσεύς: τί σοι δοκεῖ;᾽’ ἀναγνοὺς Καῖσαρ ὑπέγραψε ‘δοκεῖ.’
παρὰ δὲ Μαικήνα τοῦ συμβιωτοῦ καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐν τοῖς γενεθλίοις δῶρον ἐλάμβανε φιάλην.
Ἀθηνοδώρῳ δὲ τῷ φιλοσόφῳ διὰ γῆρας εἰς οἶκον ἀφεθῆναι δεηθέντι συνεχώρησεν. ἐπεὶ δὲ ἀσπασάμενος αὐτὸν ὁ Ἀθηνόδωρος εἶπεν ‘ὅταν ὀργισθῇς, Καῖσαρ, μηδὲν εἴπῃς μηδὲ ποιήσῃς πρότερον ἢ τὰ εἴκοσι καὶ τέτταρα γράμματα διελθεῖν πρὸς ἑαυτόν ,’ ἐπιλαβόμενος αὐτοῦ τῆς χειρὸς ‘ἔτι σοῦ παρόντος’ ἔφη ‘χρείαν ἔχω:’ καὶ κατέσχεν αὐτὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.