Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ δὲ ἄλλα ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλικοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ [p. 252] λίαν δίκαιον πρὸς αὐτούς. φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω: ‘Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες: εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες: πάντως δὲ ἄφες.’