λετυχιλου τοῦ αριστνος
Λεωτυχίδας ὁ Ἀρίστωνος πρὸς τὸν εἰπόντα ὅτι κακῶς αὐτὸν οἱ τοῦ Δημαράτου λέγουσι, ‘μὰ τοὺς θεούς,’ ἔφη, ‘οὐ θαυμάζω, καλῶς γὰρ λέγειν οὐδεὶς ἂν αὐτῶν δυνηθείη.’
τῆς δ᾽ ἐγγυτέρω πύλης1 δράκοντος περὶ τὴν κλεῖν ἑλιχθέντος καὶ τῶν μάντεων τέρας ἀποφαινομένων εἶναι, ‘οὔτι ἔμοιγ᾽’ ἔφη, ‘δοκεῖ, ἀλλ᾽ εἰ ἡ κλεὶς τῷ δράκοντι περιειλίχθη, τέρας ἂν ἦν.’
πρὸς Φίλιππον τὸν ὀρφεοτελεστὴν παντελῶς πτωχὸν ὄντα, λέγοντα δ᾽ ὅτι οἱ παρ᾽ αὐτῷ μυηθέντες μετὰ τὴν τοῦ βίου τελευτὴν εὐδαιμονοῦσι, ‘τί οὖν, ὦ ἀνόητε,’ εἶπεν, ‘οὐ τὴν ταχίστην ἀποθνῄσκεις , ἵν᾽ ἅμα παύσῃ2 κακοδαιμονίαν καὶ πενίαν κλαίων;’ν
πυθομένου δέ τινος διὰ τί τὰ ἀπὸ τῶν πολεμίων ὅπλα τοῖς θεοῖς οὐκ ἀνατιθέασιν, ἔφη ὅτι τὰ διὰ τὴν δειλίαν τῶν κεκτημένων θηραθέντα οὔτε τοὺς νέους ὁρᾶν καλὸν οὔτε τοῖς θεοῖς ἀνατιθέναι.

