Λέοντος τοῦ Ἐυρυκρατίδα
λέων ὁ Εὐρυκρατίδα ἐρωτηθείς, ποίαν τις ἂν πόλιν οἰκήσας ἀσφαλῶς οἰκοίη, ‘ὅπου,’ ἔφη, ‘μήτε πλείω μήτε ἐλάττονα κεκτήσονται οἱ ἐνοικοῦντες: καὶ ὅπου τὸ μὲν δίκαιον ἰσχύσει, τὸ δὲ ἄδικον ἀσθενὲς ἔσται. ’ [p. 346]
ὁρῶν δὲ τοὺς ἐν Ὀλυμπίᾳ δρομεῖς σπουδάζοντας περὶ τὴν ἄφεσιν ἵνα πλεονεκτήσωσιν, ‘ὅσῳ μᾶλλον,’ ἔφη, ‘οἱ δρομεῖς σπουδάζουσι περὶ τῆς ταχυτῆτος ἢ περὶ τῆς δικαιοσύνης.’
ἀκαίρως δέ τινος περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ‘ὦ ξένε,’ εἶπεν, ‘οὐκ ἐν δέοντι χρῇ τῷ δέοντι.’

