previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λεωνιδου τοῦ Ἀναξανδρίδα


Λεωνίδας Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα, ‘πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις,’ ‘ἀλλ᾽ οὐκ ἄν,’ ἔφη, ‘εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.’


τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη, ‘ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν.’


λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, ‘οὐκ ἀλλὰ πλέονας,’1 ἔφη, ‘πρὸς ἣν βαδίζομεν πρᾶξιν.’


πάλιν δὲ αὐτῶν εἰπόντων, ‘μή τι ἕτερον διέγνωκας ποιεῖν τὰς παρόδω τὼς βαρβάρως2 κωλύειν;’ ‘τῷ λόγῳ,’ ἔφη, ‘τῷ δ᾽ ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλλήνων.’


γενόμενος δὲ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε, ‘λέγοντι τὸν βάρβαρον ἐγγὺς [p. 348] γενόμενον προΐμεν,3 ἆμε4 δὲ χρονοτριβέειν ἤδη γὰρ κανέομες5 τὼς βαρβάρως αὐτοὶ τεθνάμεν μέλλομες.’


λέγοντος δέ τινος, ‘ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν,’ ‘οὐκοῦν,’ ἔφη, ‘χάριεν, εἰ ὑπὸ σκιᾷ6 αὐτοῖς μαχεσόμεθα.’


ἄλλου δὲ εἰπόντος, ‘πάρεισιν ἐγγὺς ἡμῶν,’ ‘οὐκοῦν,’ ἔφη, ‘καὶ ἡμεῖς αὐτῶν ἐγγύς.’


εἰπόντος δέ τινος Λεωνίδα, πρὸς πολλοὺς μετ᾽ ὀλίγων διακινδυνεύσων οὕτω πάρει;’ ‘εἰ μὲν οἴεσθέ με,’ ἔφη, ‘τῷ πλήθει, οὐδὲ πᾶσα Ἑλλὰς ἀρκεῖ: βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστὶν εἰ δὲ ταῖς ἀρετ αῖς, καὶ οὗτος ἀριθμὸς ἱκανός.’


ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, ‘καὶ μήν,’ εἶπεν, ‘πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.’


Ξέρξου δὲ γράψαντος αὐτῷ, ‘ἔξεστί σοι μὴ θεομαχοῦντι, μετ᾽ ἐμοῦ δὲ ταττομένῳ, τῆς Ἑλλάδος μοναρχεῖν,’ ἀντέγραψεν, ‘εἰ τὰ καλὰ τοῦ βίου ἐγίγωσκες,7 ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας ἐμοὶ δὲ κρείττων ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.’


πάλιν δὲ τοῦ Ξέρξου γράψαντος, ‘πέμψον τὰ ὅπλα,’ ἀντέγραψε, ‘μολὼν λαβέ.’ [p. 350]


βουλομένου δ᾽ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους: ‘οὐ γάρ,’ ἔφη, ‘πάρεισιν οἱ μάχεσθαι μέλλοντες; οὐκ ἴστε ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι;’ν


τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους.


ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ‘ὅτι,’ ἔφη, ‘τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσινἐν.


τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθ᾽ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι: οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας: ὧν μὲν εἶπεν, ‘οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα :’ δὲ δεύτερος, ‘αὐτοῦ μένων κρέσσων ἂν εἴην :’ δὲ τρίτος, ‘οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.’

1 οὐκ, ἀλλὰ πλέονας (πλίονας?) F.C.B.: οὐκ, ἄλλας or οὐκ ὀλίγους, or nothing at all (οὔκ, ἀλλ᾽ ἅλις or οὔκ, ἀλλὰ πολλοὺς is suggested by Bernardakis).

2 τᾶς παρόδω τὼς βαρβάρως Kronenberg: τὰς παρόδους τῶν βαρβάρων.

3 προΐμεν F.C.B.: a lacuna in one ms.: nothing in the rest.

4 ἆμε F.C.B.: ἄμμε.

5 κανέομες (κανίομες? κανέμεν?) F.C.B.: κτάμεν Bernardakis: ἥκαμες or ἥκαμεν.

6 σκιᾷ F.C.B. (Herodotus, vii. 226, and Stobaeus, Florilegium, vii. 46): σκιάν.

7 ἐγίγνωσκες F.C.B.: ἐγίνωσκες Bernardakis: γιγώσκεις or γινώσκοις.

load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: