Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ [p. 272] προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτω, ‘Μενεκράτης Ζεὺς Ἀγησιλάῳ βασιλεῖ χαίρειν,’ οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε, ‘βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.’