Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἶναι καὶ οὐδενὸς ἀξίους. ὃ καὶ συνέβη τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, ἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως1 ἐπάταξε, καὶ πεσόντος ἀναστρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρόνων, παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φανέντων.
χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης, ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις: προσεδόκων