‘οὐδὲ γὰρ ἀνδρῶν,’ ἔφη, ‘πρόσθεν, ἀλλὰ νῦν ἐγένετο.’
Αγησιποαίδος τοῦ Παυσανίου
Ἀγησίπολις ὁ Παυσανίου, Ἀθηναίων πρὸς αὐτὸν [p. 286] περὶ ὧν εἶχον πρὸς ἀλλήλους ἐγκλημάτων τὴν τῶν Μεγαρέων πόλιν ἔκκλητον λαμβανόντων, ‘αἰσχρόν, '’ ἔφη, ‘ὦ Ἀθηναῖοι, τοὺς ἀφηγησαμένους τῶν Ἑλλήνων ἧττον εἰδέναι Μεγαρέων τὸ δίκαιον.’
Ἀγίδος τοῦ Ἀρχιδάμου
Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντων, ‘βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου ’