Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δράξασθαί τινος μαχαιρίου καὶ αὑτὸν ἀνατεμεῖν ἀπὸ τῶν σφυρῶν ἕως ἐπὶ τοὺς καιρίους τόπους, καὶ οὕτως ἐκλιπεῖν τὸν βίον γελῶντα καὶ σεσηρότα.
τοῦ δὲ μάντεως ἀποτρέποντος ' μὴ ἄγειν ἐπὶ τὴν Ἀργείων πόλιν τὸ στράτευμα, τὴν γὰρ ἐπάνοδον αἰσχρὰν γενήσεσθαι, προσελθὼν τῇ πόλει ὡς τὰς μὲν πύλας κεκλεισμένας εἶδε, τὰς δὲ γυναῖκας ἐπὶ τῶν τειχῶν, ‘αὕτη σοι,’ ἔφη, ‘ἡ ἐπάνοδος αἰσχρὰ φαίνεται εἶναι, ἐν ᾗ τῶν ἀνδρῶν τεθνηκότων αἱ γυναῖκες τὰς πύλας κεκλείκασιν;’ν
πρὸς δὲ τοὺς λοιδοροῦντας αὐτὸν τῶν Ἀργείων ὡς ἐπίορκον καὶ ἀσεβῆ, ‘τοῦ μὲν1 κακῶς με2 λέγειν,’ ἔφη, ‘ὑμεῖς κύριοι, τοῦ δὲ κακῶς ὑμᾶς ποιεῖν ἐγώ.’