Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὐτὸν βασιλέα, ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρ᾽ αὐτοῦ σιτοδείας οὔσης κομίζοντα.
Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν [p. 404] ἔπεμψαν πρὸς αὐτόν, ‘οὐχ ἱκανὸς οὖν,’ εἶπον, ‘εἰ πρὸς ἕνα εἷς;’
ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι.
ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων, τὸν πατέρα ἐζημίωσαν ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ.
ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν ὅτι δακτύλοις κιθαρίζει.
δύο παῖδες ἐμάχοντο, ἅτερος δὲ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλον, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, ‘μηδαμῶς,’ εἶπε, ‘πρὸς θεῶν, οὐ γὰρ ’