previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λεωτυχίδου τοῦ Ἀρίστωνος


Λεωτυχίδας Ἀρίστωνος πρὸς τὸν εἰπόντα ὅτι κακῶς αὐτὸν οἱ τοῦ Δημαράτου λέγουσιμὰ [p. 146] τοὺς θεούςἔφηοὐ θαυμάζω, καλῶς γὰρ λέγειν οὐδεὶς ἂν αὐτῶν δυνηθείη.’


τῇ δ᾽ ἐγγυτέρω πύλῃ δράκοντος περὶ τὴν κλεῖν ἑλιχθέντος καὶ τῶν μάντεων τέρας ἀποφαινομένων εἶναι, ‘οὔτι ἔμοιγ᾽ ἔφη’ ‘δοκεῖ, ἀλλ᾽ εἰ κλεὶς; τῷ δράκοντι περιειλίχθη, τέρας ἂν ἦν.’


πρὸς Φίλιππον τὸν ὀρφεοτελεστὴν παντελῶς πτωχὸν ὄντα, λέγοντα δ᾽ ὅτι οἱ παρ᾽ αὐτῷ μυηθέντες μετὰ τὴν τοῦ βίου τελευτὴν εὐδαιμονοῦσι, ‘τί οὖν, ἀνόητεεἶπενοὐ τὴν ταχίστην ἀποθνήσκεις, ἵν᾽ ἅμα παύσῃ 1 κακοδαιμονίαν καὶ πενίαν κλαίων;’


πυθομένου δέ τινος διὰ τί τὰ ἀπὸ τῶν πολεμίων ὅπλα τοῖς θεοῖς οὐκ ἀνατιθέασιν, ἔφη ὅτιτὰ διὰ τὴν δειλίαν τῶν κεκτημένων θηραθέντα οὔτε τοὺς νέους ὁρᾶν καλὸν οὔτε τοῖς θεοῖς ἀνατιθέναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: