previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λεονίδου τοῦ Ἀναξανδρίδα


Λεωνίδας Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόνταπλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις,’ ‘ἀλλ᾽ οὐκ ἄνἔφηεἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.’


τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφηἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθά τίκτειν.’


λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, ‘οὐκ ἄλλας1 ἔφηπρὸς ἣν βαδίζομεν πρᾶξιν. ’


πάλιν δὲ αὐτῶν εἰπόντωνμή τι ἕτερόν διέγνωκας ποιεῖν τὰς παρόδους τῶν βαρβάρων 2 κωλύειν; 3’ ‘τῷ λόγῳἔφητῷ δ᾽ ἔργῳ ἀποθανούμενος 4 ὑπὲρ τῶν Ἑλλήνων.’


γενόμενος δὲ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπελέγοντι τὸν βάρβαρον ἐγγύθι γενόμενον ... 5 ἄμμε δὲ χρονοτριβέειν ἤδη γὰρ κτάμεν 6 τὼς βαρβάρως αὐτοὶ τεθνάμεν θέλομες.’


λέγοντος δέ τινοςἀπὸ τῶν ὀιστευμάτων [p. 148] τῶν βαρβάρων οὐδὲ τὸν ἣλιον ἰδεῖν ἔστιν,'’ ‘οὐκοῦνἔφηχάριεν, εἰ ὑπὸ σκιὰν αὐτοῖς μαχεσόμεθα.’


ἄλλου δὲ εἰπόντοςπάρεισιν ἐγγὺς ἡμῶν,’ ‘οὐκοῦνἔφηκαὶ ἡμεῖς αὐτῶν ἐγγύς.’


εἰπόντος δέ τινος Λεωνίδα, πρὸς πολλοὺς μετ᾽ ὀλίγων διακινδυνεύσων οὕτω πάρει;’ ‘εἰ μὲν οἴεσθέ μεἔφητῷ πλήθει, οὐδὲ πᾶσα Ἑλλὰς ἀρκεῖ: βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστίν: εἰ δὲ ταῖς ἀρεταῖς, καὶ οὗτος ἀριθμὸς ἱκανός.’


ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, ‘καὶ μήνεἶπενπολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.’


Ξέρξου δὲ γράψαντος αὐτῷἔξεστί σοι μὴ θεομαχοῦντι, μετ᾽ἐμοῦ δὲ τασσομένῳ τῆς Ἑλλάδος μοναρχεῖν: ἀντέγραψενεἰ τὰ καλὰ τοῦ βίου γινώσκοις, ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας: ἐμοὶ δὲ κρείσσων ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.’


πάλιν δὲ τοῦ Ξέρξου γράψαντοςπέμψον τὰ ὅπλα,’ ἀντέγραψεμολὼν λαβέ.’


βουλομένου δ᾽ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους, ‘οὐ γάρἔφηπάρεισιν οἱ μάχεσθαι μέλλοντες; οὐκ ἴστε, ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι


τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους. [p. 149]


ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ‘ὅτιἔφητὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν.’


τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθ᾽ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι: οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας ὧν μὲν εἶπενοὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα: ’ δὲ δεύτεροςαὐτοῦ μένων κρέσσων ἂν εἴην δὲ τρίτοςοὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus Greek (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: