ἀναγινώσκοντος τῶν πεσόντων ὑπὸ Λακεδαιμονίων, ‘ποδαποὺς οὖν’ ἔφη ‘τοὺς ἡμετέρους νομίζεις εἶναι νικήσαντας τούτους;’ [p. 128]
Ἀρχιδάμου
Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χαρίλαν, ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, ‘καὶ πῶς τις’ ἔφη ‘δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη;’
μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον, αὐτῶν οὐδὲν ἔλεγεν, ‘ἀγνοεῖν μοι δοκεῖς’ εἶπεν ‘ὅτι ὁ εἰδὼς λόγον 1 καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.’