Βιαντος
1βίας ἐνεδρευθεὶς ὑπὸ Ἰφικράτους τοῦ Ἀθηναίων στρατηγοῦ καὶ ἐρωτώμενος ὑπὸ τῶν στρατιωτῶν τί δεῖ ποιεῖν, ‘τί γὰρ ἄλλο’ ἔφη ‘ἢ ὑμᾶς μὲν σῴζεσθαι, ἐμὲ δὲ μαχόμενον ἀποθανεῖν.’
Βρασίδου
Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν: εἶτα πρὸς τοὺς παρόντας ‘οὐδὲν οὕτως’ ἔφη ‘μικρόν ἐστιν, ὃ οὐ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας. ’
ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ