τὰν Πιτάναν Θρασύβουλος ἐπ᾽ ἀσπίδος ἤλυθεν ἄπνους
ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος,
δεικνὺς ἀντία πάντα: τὸν αἱματόεντα δ᾽ ὁ πρέσβυς
θεὶς 1 ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τάδε,
δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε τέκνον ἄδακρυς
θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.
Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον 2 παραχέοντος ὕδωρ, Λάκων εἶπε ‘τί τοῦτο ὡς καθαρῷ; σφόδρα 3 δὲ ῥυπαρῷ πλεῖον παράχει.’
Φιλίππου τοῦ Μακεδόνος προστάσσοντὸς