Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διετέλουν δὲ καὶ ἄνευ χιτῶνος, ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ ἀλειμμάτων κατὰ τὸ πλεῖστον
ἀπεχόμενοι.
ἐκάθευδον. δὲ οἱ νέοι ὁμοῦ κατ᾽ ἴλην καὶ
κατὰ ἀγέλην ἐπὶ στιβάδων, ἃς αὐτοὶ συνεφόρουν, τοῦ παρὰ τῷ Εὐρώτᾳ πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες - ἐν δὲ τῷ χειμῶνι τοὺς λεγομένους λυκόφονας1 ὑπεβάλλοντο καὶ κατεμείγνυσαν ταῖς στιβάσι, θερμαντικὸν ἔχειν
τι τῆς ὕλης δοκούσης.
ἐρᾶν τῶν τὴν ψυχὴν σπουδαίων παίδων
ἐφεῖτο: