Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γενομένης, ἐκπλαγεὶς καὶ πυθόμενος τὸ γεγονὸς
μετεπέμψατο μάντιν, ᾧ χρώμενος διετέλει κατ᾽ ἀγοράν, καὶ διηρώτα περὶ τοῦ σημείου συντεταραγμένος. ὁ δ᾽ ἐκεῖνον μὲν παρεκάλει ὡς τοῦ Διὸς αὐτὸν ἐξεγείροντος καὶ βοηθοῦντος, οἷς δ᾽ ἐπίστευε τῶν πολιτῶν ἔφρασεν ὅσον οὔπω τὴν δίκην
αἰωρουμένην ὑπὲρ κεφαλῆς ἐμπεσεῖσθαι τῷ τυράννῳ. διὸ καὶ τοῖς περὶ τὸν Ἑλλάνικον ἔδοξε μὴ μέλλειν,
ἀλλ᾽ ἐπιτίθεσθαι τῇ ὑστεραίᾳ.
τῆς δὲ νυκτὸς Ἑλλάνικος ἐδόκει κατὰ τοὺς ὕπνους τῶν τεθνηκότων υἱῶν τὸν ἕτερον λέγειν αὐτῷ παραστάντα, ‘τί πέπονθας, ὦ πάτερ,
’