Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐξελθεῖν μετ᾽ αὐτῶν. ἁλόντος δὲ τοῦ χωρίου καὶ πολλῶν διαφθαρέντων,
ἐξῃτήσατο τὸν Διόγνητον ἡ Πολυκρίτη παρὰ τῶν πολιτῶν καὶ διέσῳσεν.
αὐτὴ δὲ πρὸς ταῖς πύλαις γενομένη 1 τοὺς πολίτας
ἀπαντῶντας αὐτῇ, μετὰ χαρᾶς καὶ στεφάνων
ὑποδεχομένους καὶ θαυμάζοντας, οὐκ ἤνεγκε τὸ μέγεθος τῆς χαρᾶς, ἀλλ᾽
ἀπέθανεν αὐτοῦ πεσοῦσα παρὰ τὴν πύλην: ὅπου τέθαπται, καὶ καλεῖται
βασκάνου τάφος, ὡς βασκάνῳ τινὶ τύχῃ τὴν Πολυκρίτην φθονηθεῖσαν
ἀπολαῦσαι τῶν τιμῶν.
οὕτω μὲν οἱ Ναξίων συγγραφεῖς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.