Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀνάξια τοῦ
γένους, ἀποθανεῖν οὐ φεύγομεν: οὐδὲ γὰρ ἄμεινον ἴσως ζῶσαν ἑτέρας
πειρᾶσθαι νυκτός, εἰ σὺ τοῦτο μὴ κωλύσεις.’ οἱ μὲν οὖν ἐπιεικέστατοι τῶν παρόντων ἐδάκρυσαν, Ἀλεξάνδρῳ δ᾽
οἰκτίρειν μὲν οὐκ ἐπῄει τὴν ἄνθρωπον ὡς μείζονα, θαυμάσας δὲ τὴν
ἀρετὴν καὶ τὸν λόγον εὖ μάλα καθαψάμενον αὐτοῦ, τοῖς μὲν ἡγεμόσι
παρήγγειλε προσέχειν καὶ φυλάττειν, μὴ πάλιν ὕβρισμα τοιοῦτον εἰς οἰκίαν ἔνδοξον γένηται: τὴν δὲ Τιμόκλειαν
ἀφῆκεν αὐτήν τε καὶ πάντας, ὅσοι κατὰ γένος αὐτῇ προσήκοντες
εὑρέθησαν. [p. 242]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.