Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι; Λούπερκοι δ᾽ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει
τῶν ἀπαντώντων.’
[p. 104]
πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ
δρώμενα; καὶ γὰρ τὸν μῆνα ‘Φεβρουάριον’ καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην ‘φεβράτην,'’
καὶ ‘φεβρᾶρε’ τό τινι σκυτῶν εἴδει
καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος:
τῷ δὲ
κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο
καὶ χρῶνταί γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς: καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν
ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι
σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτον γένος τοῦ καθαρμοῦ καλοῦντες.
ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ
Λουπερκάλια, λύκῳ δὲ κύων πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις;
ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας;
ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;