Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀρχὴν ἀντίταξιν ἢ ἀρχήν. τὸ γὰρ ἐνστῆναι πρὸς δύναμιν ἄρχοντος καὶ τὴν ἄγαν ἐξουσίαν ἀφελεῖν ἐξουσία καὶ δύναμίς ἐστιν αὐτῆς.
ἢ ταῦτα μὲν ἄν τις εἴποι καὶ τὰ τοιαῦτα
χρώμενος εὑρησιλογίᾳ: τῆς δὲ δημαρχίας τὴν γένεσιν
ἐκ τοῦ δήμου λαμβανούσης τὸ δημοτικὸν ἰσχυρόν ἐστι, καὶ μέγα τὸ μὴ μεῖζον φρονεῖν τῶν λοιπῶν
ἀλλ᾽
ὁμοιοῦσθαι καὶ σχήματι καὶ στολῇ καὶ διαίτῃ τοῖς ἐπιτυγχάνουσι τῶν πολιτῶν. ὁ γὰρ ὄγκος
ὑπάτῳ προσήκει καὶ στρατηγῷ, τὸν δὲ δήμαρχον,
ὡς Γάιος Κουρίων ἔλεγε, καταπατεῖσθαι δεῖ, καὶ