Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί δούλαις τὸ τῆς Λευκοθέας ἱερὸν
ἄβατόν ἐστι, μίαν δὲ μόνην αἱ γυναῖκες εἰσάγουσαι παίουσιν ἐπὶ
κόρρης καὶ ῥαπίζουσιν’ ἦ τὸ μὲν ταύτην ῥαπίζεσθαι σύμβολόν ἐστι
τοῦ μὴ ἐξεῖναι; κωλύουσι δὲ τὰς ἄλλας διὰ τὸν μῦθον. ἡ γὰρ Ἰνὼ
ζηλοτυπήσασα δούλην ἐπὶ τῷ ἀνδρὶ λέγεται περὶ τὸν υἱὸν ἐκμανῆναι: τὴν δὲ δούλην Ἕλληνες Αἰτωλίδα γένει
φασὶν εἶναι, καλεῖσθαι δ᾽ Ἀντιφέραν. διὸ καὶ παρ᾽ ἡμῖν ἐν Χαιρωνείᾳ
πρὸ τοῦ σηκοῦ τῆς Λευκοθέας ὁ νεωκόρος λαβὼν μάστιγα κηρύσσει [p. 260]
‘μὴ δοῦλον εἰσιέναι μὴ δούλαν, μὴ Αἰτωλὸν μὴ Αἰτωλάν, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.