Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ἀπὸ τίνος ἐρρήθη1 τὸ παροιμιῶδες αὕτα
κυρία;’
Δίνων2 ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δ᾽ ὢν
[p. 230]
ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων
αὐτοῦ τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ
ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιάν,
‘ἃδε,’
εἶπε, ‘κρείσσων’
: οὕτω γὰρ ὁ Θεόφραστος
ἱστόρηκε. προσιστόρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος
Ταραντίνων3 τοῦ κήρυκος, ‘αὗται πλείους,’
εἰπόντος, ‘ἀλλ᾽ αὗται,’
φάναι, ‘βελτίους,’
καὶ
ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν.