previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τίνες ἐν Αἰγίνῃ οἱ μονοφάγοι;’

τῶν ἐπὶ τὴν Τροίαν στρατευσάντων Αἰγινητῶν πολλοὶ μὲν ἐν ταῖς μάχαις ἀπώλοντο, πλείονες δὲ κατὰ πλοῦν ὑπὸ1 τοῦ χειμῶνος. ὀλίγους οὖν τοὺς περιλειπομένους οἱ προσήκοντες ὑποδεξάμενοι, τοὺς δ᾽ ἄλλους πολίτας ὁρῶντες ἐν πένθεσι καὶ λύπαις ὄντας, οὔτε χαίρειν ᾤοντο δεῖν φανερῶς [p. 232] οὔτε θύειν τοῖς θεοῖς, ἀλλὰ κρύφα καὶ κατ᾽ οἰκίαν ἕκαστοι τοὺς σεσωσμένους ἀνελάμβανον ἑστιάσεσι καὶ φιλοφροσύναις, αὐτοὶ διακονούμενοι πατράσι καὶ συγγενέσι καὶ ἀδελφοῖς καὶ οἰκείοις, ἀλλοτρίου μηδενὸς παρεισιόντος. ταῦτ᾽ οὖν ἀπομιμούμενοι τῷ Ποσειδῶνι θυσίαν ἄγουσι τοὺς καλουμένουςθιάσους,’ καθ᾽ αὑτοὺς ἐφ᾽ ἡμέρας ἑκκαίδεκα μετὰ σιωπῆς ἑστιῶνται, δοῦλος δ᾽ οὐ πάρεστιν εἶτα ποιήσαντες Ἀφροδίσια διαλύουσι τὴν ἑορτήν: ἐκ δὲ τούτουμονοφάγοικαλοῦνται.

1 ὑπὸ Wyttenbach: ἀπὸ.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: