Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας
ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες: ἂν δ᾽ ὁπ᾽ ἀγνοίας, εἰς Ἐλευθερὰς 1
ἀποστέλλουσι;᾽’ πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν
ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τὸ ‘εἰς Ἐλευθεράς’ ,
οἷον τὸ ‘εἰς Ἀμελοῦς χώραν’ καὶ τὸ ‘ἣξεις εἰς Ἀρέσαντος
ἕδος’ ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι
τῶν Λυκάωνος παίδων
Ἐλευθὴρ καὶ Λεβεάδος 2 οὐ μετέσχον τοῦ περὶ [p. 342] τὸν Δία
μιάσματος ἀλλ᾽ εἰς Βοιωτίαν: ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία
πρὸς Ἀρκάδας; εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ
Διὸς ἀκουσίως γενομένους. ἢ ὡς Ἀρχίτιμος 3 ἐν τοῖς Ἀρκαδικοῖς ἐμβάντας τινὰς κατ᾽ ἄγνοιαν φησιν ὑπ᾽ Ἀρκάδων
παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς
Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις 4
ἄλλαις κατασχεθῆναι: ἀφ᾽ οὗ δὴ καὶ τὸν
τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι. τὸ μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος
εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε 5 δὲ πίστιν ἰσχυράν.
πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς
εἰσιοῦσιν, ἢ ὅτι θανατοῦται μὲν ὁ ἐμβάς,
τῶν δ᾽ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέγουσι τὰς; ψυχὰς μὴ ποιεῖν σκιὰν
μηδὲ σκαρδαμύττειν; ἢ σκιὰν μὲν ὁ ἥλιος ποιεῖ, τὸν δ᾽ ἣλιον ἀφαιρεῖται
τοῦ ἐμβάντος ὁ νόμος; καὶ τοῦτ᾽ αἰνιττόμενοι λέγουσι: καὶ γὰρ ἔλαφος ὁ
ἐμβὰς καλεῖται. διὸ καὶ Κανθαρίωνα τὸν
Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρκάσι καὶ διαβάντα
μετὰ λείας τὸ ἄβατον, καταλυθέντος δὲ τοῦ πολέμου καὶ 6 φυγόντα εἰς Σπάρτην,
ἐξέδοσαν οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος ἀποδιδόναι τὸν ἔλαφον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.