Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπιμελῶς τοὺς
Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν
ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ
θάλατταν βαδίζοντα λουσόμενον, ὡς: γυναικὸς [p. 344] ἐμβεβηκυίας
εἰς τὸ τέμενος. ἀναφέρει δὲ καὶ Διοκλῆς 1 ἐν τῷ περὶ ἡρῴων συντάγματι
δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν.
‘πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα
ποταμὸς Σκάμανδρος ὠνομάσθη’ Δηίμαχος ὁ Ἐλεῶνος υἱός, ἑταῖρος
ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας: τοῦ δὲ πολέμου μῆκος
ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα
προσδεξάμενος ἔγκυον ἐποίησεν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.