Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ πατρὸς συνέβαλε καὶ ἐνίκησεν: ὁ δὲ πατὴρ βαρέως ἐνέγκας στεφανώσας
ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν.
Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες ἐχειρο -
τόνησαν Μάλλιον τὸν
Ἐπιτάκτην ἐπικληθέντα. οὗτος διὰ χειροτονίαν ὑπατικὴν εἰς Ῥώμην
πορευόμενος τῷ θἱῷ προσέταξε μὴ συμβαλεῖν. οἱ δὲ
Σαμνῖται μαθόντες βλασφημίαις ἐξουδένιζον τὸν νεανίαν: ὁ δὲ ταραχθεὶς ἐνίκησεν Μάλλιος δ᾽
αὐτὸν ἐτραχηλοκόπησεν καθάπερ ἱστορεῖ
Ἀριστείδης Μιλήσιος.