Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκεῖνον τὸν καιρὸν ἦχον σαλπίγγων ἀποπέμπουσιν: ὡς Δωρόθεος 1 ἐν τετάρτῳ
Ἰταλικῶν.
Κυάνιππος τῷ γένει Θετταλὸς ἐπὶ θήραν συνεχῶς
ἐξῄει: ἡ δὲ νεόνυμφος αὐτοῦ ὑπολαβοῦσα
διὰ τὸ πολλάκις ἐν ὕλαις μένειν συνήθειαν ἔχειν μεθ᾽ ἑτέρας, κατ᾽ ἴχνος
ἠκολούθησε τῷ Κυανίππῳ: [p. 369] καὶ ἔν τινι κατακρυβεῖσα
συνδένδρῳ, τὸ μέλλον ἀπεκαραδόκει. τῶν δὲ κλάδων σεισθέντων, οἱ κύνες
θηρίον εἶναι δόξαντες ὥρμησαν καὶ τὴν φίλανδρον ἀλόγου δίκην ζῴου
διεσπάραξαν. ὁ δὲ Κυάνιππος τῆς 2 ἀνελπίστου
πράξεως αὐτόπτης γενόμενος ἑαυτὸν ἀπέσφαξεν ὡς Παρθένιος 3 ὁ ποιητής.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.