previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ τὸ φρόνημα καὶ μεγάλαυχος ἐλπίς, φθάνουσα δὲ τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν οὐδ᾽ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς ἴχνος καθεῖσα περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν, εἶτ᾽ ἄπεισιν ἀιδής: ἀλλ᾽ ὥσπερ οἱ Σπαρτιᾶται τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην τῷ Λυκούργῳ: οὕτως Τύχη καταλιποῦσα Πέρσας καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ δι᾽ Αἰγύπτου καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε: τῷ δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν Θύμβριν ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην.
οὐ μὲν γὰρἀπειθὴς,
κατὰ Πίνδαρον,
οὐδὲ δίδυμον στρέφουσα πηδάλιον,
ἀλλὰ μᾶλλον
εὐνομίας καὶ Πειθοῦς ἀδελφὰ
καὶ Προμαθείας θυγάτηρ,
[p. 332] ὡς γενεαλογεῖ Ἀλκμάν. τὸ δ᾽ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλ᾽ ὅσα φέρει πᾶσα γῆ πᾶσα δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετ᾽ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυνίων, οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις: καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος Μακεδονικός γέρων, ὑπὸ τεττάρων παίδων εον ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ καὶ Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ Γαΐου Καπραρίου, καὶ δυοῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπ᾽ αὐτῆς προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ δικτατωρίαις. ἄντικρυς οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων [p. 334] ἑαυτὸν εἰσεποίει βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους
ἐγὼ δ᾽ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω.
καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δ᾽ Ἕλλησιν οὕτως ἔγραφεΛούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος.’ καὶ τὰ παρ᾽ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια καὶ τὰ τῶν Μιθριδατικῶν οὕτως ἐπιγέγραπται,, καὶ εἰκότως: ‘πλεῖστον γὰρ Ἀφροδίτης οὐ’ ‘νύξ,’ κατὰ Μένανδρον, ἀλλὰ τύχη μετέσχηκεν.

load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: