Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς
γενόμενος: καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης
μέτεστι. τὸ δὲ τῆς Γυναικείας Τύχης κατεσκευάσαντο πρὸ Καμίλλου ὅτε Μάρκιον Κοριόλανον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπεστρέψαντο διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς
γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων
ἀπαγαγεῖν.