next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αἱ πολλοὺς πολλάκις ἡγωνισμέναι καὶ μεγάλους ἀγῶνοις Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλοις μέγιστον ιἷγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δ᾽ ἀπολόγημα πρὸς κατηγορίαν. κατηγορεῖται δ᾽ Ἀρετὴ 1 μὲν ὡς καλὸν μὲν 2 ἀνωφελὲς δέ, Τύχη 3 δ᾽ ὡς ἀβέβαιον μὲν ἀγαθὸν δέ: καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δ᾽ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ τῆς Ῥώμης προστεθείσης, λυσιτελέστατον Ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά: βεβαιότατον εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον δέδωκε τηροῦσαν; Ἴων μὲν οὖν ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα 4 τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων 5 γίγνεσθαι δημιουργόν: αὔξουσιν ἀμφότεραι πόλεις, κοσμοῦσιν 6 ἄνδρας, εἰς δόξαν ἀνάγουσιν εἰς δύναμιν εἰς ἡγεμονίαν. τί [p. 384] δεῖ τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον; αὐτὴν τὴν τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν. διὸ καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν περὶ αὐτῆς, ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, πότερον κατὰ τύχην συνέστηκεν κατὰ πρόνοιαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: