Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ Οὐιρτοῦτίς τε
καὶ Ὀνῶρις προσαγορευόμενον καὶ τὸ τῆς Μέντις καλουμένης
(γνώμης ἂν
νομίζοιτο) 1 Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις
γεγονώς: ἤδη 2 τότε λόγων καὶ σοφισμάτων 3 καὶ στωμυλίας παρεισρυείσης εἰς
τὴν πόλιν, ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν
οὐκ ἔστιν οὐδὲ σωφροσύνης; ἢ καρτερίας ἢ
μεγαλοψυχίας ἢ ἐγκρατείας: ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ
παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμιγμένα τῆς πόλεως θεμελίοις
γέγονε. πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.