Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ συνήθεσιν ἐξεπράυνε διαίταις καὶ κατέστελλεν, οἰκειούμενος αὐτῶν τὸ δύσθυμον καὶ παρηγορῶν τὸ σκυθρωπόν, ἐγκαλοῦσιν; οὐχὶ θαυμάζουσι τὴν σοφίαν, ὅτι τῷ τυχόντι μετασχηματισμῷ τὴν Ἀσίαν ἐδημαγώγησε, τοῖς μὲν ὅπλοις τῶν σωμάτων ἐπικρατήσας, τῇ δ᾽ ἐσθῆτι τὰς ψυχὰς προσαγαγόμενος; καίτοι γ᾽ Ἀρίστιππον θαυμάζουσι τὸν Σωκρατικόν, ὅτι καὶ τρίβωνι λιτῷ καὶ Μιλησίᾳ [p. 404] χλαμύδι χρώμενος δι᾽ ἀμφοτέρων ἐτήρει τὸ εὔσχημον Ἀλεξάνδρῳ δ᾽ ἐγκαλοῦσιν, ὅτι τὴν πάτριον ἐσθῆτα κοσμῶν οὐδὲ τὴν δορίκτητον ὑπερεῖδε, μεγάλων πραγμάτων καταβαλλόμενος