Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ ἔρωτι τῆς Ἀρετῆς ὥσπερ ὑπὸ φίλτρων μέλιτται τῷ ἄρχοντι προσέχονται καὶ προσπεφύκασι. τίς οὖν οὐκ ἂν εἶπε τότε παρὼν ἀκίνδυνος θεατὴς ὅτι Τύχης μέγαν ἀγῶνα καὶ Ἀρετῆς θεᾶται, καὶ τὸ μὲν βάρβαρον παρ᾽ ἀξίαν ἐπικρατεῖ διὰ Τύχην, τὸ δ᾽ Ἑλληνικὸν ἀντέχει παρὰ δύναμιν δι᾽ Ἀρετήν; κἂν μὲν ἐκεῖνοι περιγένωνται, Τύχης καὶ δαίμονος φθονεροῦ καὶ νεμέσεως ἔσται τὸ ἔργον ἂν δ᾽ οὗτοι κρατήσωσιν, Ἀρετὴ καὶ τόλμα καὶ φιλία καὶ πίστις ἐξοίσεται τὸ νικητήριον; ταῦτα γάρ μόνα παρῆν Ἀλεξάνδρῳ, τῆς δ᾽ ἄλλης δυνάμεως καὶ παρασκευῆς καὶ στόλων καὶ ἵππων