previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δημάρατος μὲν οὖν Κορίνθιος εἷς ὢν τῶν Φιλίππου ξένων καὶ φίλων, ὅτ᾽ Ἀλέξανδρον εἶδεν ἐν Σούσοις, περιχαρὴς γενόμενος καὶ δακρύσας μεγάλης ἔφη χαρᾶς ἐστερῆσθαι τοὺς ἔμπροσθεν τεθνηκότας Ἕλληνας, ὅτι Ἀλέξανδρον οὐκ εἶδον ἐν τῷ Δαρείου θρόνῳ καθεζόμενον ἐγὼ δ᾽ οὐδὲ τούτου μὰ Δία τοῦ θεάματος ζηλῶ τοὺς: ἰδόντας, καὶ τύχης ἦν καὶ κοινὸν ἑτέρων 1 βασιλέων: ἀλλ᾽ ἐκείνης ἡδέως ἄν μοι δοκῶ γενέσθαι τῆς καλῆς καὶ ἱερᾶς; νυμφαγωγίας θεατής, ὅτε μιᾷ σκηνῇ χρυσωρόφῳ περιλαβών, ἐφ᾽ ἑστίας κοινῆς καὶ 2 τραπέζης, ἑκατὸν Περσίδας νύμφας καὶ ἑκατὸν νυμφίους Μακεδόνας [p. 417] καὶ Ἕλληνας, αὐτὸς ἐστεφανωμένος πρῶτος ἀναμέλπων τὸν ὑμέναιον, ὥσπερ φιλοτήσιον ἐπᾴδων μέλος, εἰς κοινωνίαν συνιοῦσι τοῖς μεγίστοις καὶ δυνατωτάτοις γένεσι, μιᾶς νυμφίος, πασῶν δὲ νυμφαγωγὸς ἅμα καὶ πατὴρ καὶ ἁρμοστὴς κατὰ ζυγὰ συνῆπτεν. ἡδέως γὰρ ἂν εἶπον 3 βάρβαρε Ξέρξη καὶ ἀνόητε καὶ μάτην πολλὰ περὶ τὴν Ἑλλησποντίαν πονηθεὶς γέφυραν, οὕτως ἔμφρονες βασιλεῖς Ἀσίαν Εὐρώπῃ συνάπτουσιν, οὐ ξύλοις οὐδὲ σχεδίαις οὐδ᾽ ἀψύχοις καὶ ἀσυμπαθέσι δεσμοῖς, ἀλλ᾽ ἔρωτι νομίμῳ καὶ γάμοις σώφροσι καὶ κοινωνίαις παίδων τὰ γένη συνάπτοντες.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: