previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀλεξάνδρῳ δὲ τί παρ᾽ ἀξίαν, τί ἀνιδρωτί, τί ἀναιμωτί, τί προῖκα, τί πονήσαντι τῶν μεγάλων; αἵματι κεκραμένους ποταμοὺς ἔπιε καὶ νεκροῖς γεγεφυρωμένους διέβη, καὶ πόαν ἔφαγε διὰ λιμὸν ἣν πρώτην 1 εἶδε, καὶ βάθεσι χιόνων κατακεχωσμένα ἔθνη καὶ πόλεις ὑπὸ γῆν ἐνδεδυκυίας διώρυξε, 2 καὶ θάλατταν μαχομένην ἔπλευσε, καὶ θῖνας ἀνύδρους τὰς Γεδρωσίων 3 καὶ Ἀραχωσίων ὁδεύων ἐν θαλάσσῃ πρότερον ἐν γῇ φυτὸν εἶδεν. εἰ γὰρ ἦν ὡς πρὸς ἄνθρωπον ἀγαγεῖν παρρησίαν ὑπὲρ Ἀλεξάνδρου πρὸς τὴν τύχην, οὐκ ἂν εἶπεποῦ σὺ καὶ πότε ταῖς Ἀλεξάνδρου πράξεσιν ὁδὸν ἔδωκας; ποίαν πέτραν ἀναιμωτὶ διὰ σὲ εἷλε; ποίαν πόλιν ἀφρούρητον αὐτῷ παρέδωκας ποίαν ἄοπλον 4 φάλαγγα; τίς εὑρέθη βασιλεὺς ῥᾴθυμος στρατηγὸς ἀμελὴς κοιμώμενος πυλωρός; ἀλλ᾽ οὐδ᾽ εὔβατος ποταμὸς οὐδὲ χειμὼν μέτριος οὐδὲ θέρος ἄλυπον. ἄπιθι πρὸς Ἀντίοχον [p. 444] τὸν Σελεύκου, πρὸς Ἀρτοξέρξην 5 τὸν Κύρου ἀδελφόν ἄπελθε πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον. ἐκείνους ζῶντες οἱ πατέρες βασιλεῖς ἀνηγόρευσαν, ἐκεῖνοι μάχας ἀδακρύτους ἐνίκων, ἐκεῖνοι πανηγυρίζοντες ἐν πομπαῖς καὶ θεάτροις διετέλεσαν, ἐκείνων ἕκαστος δι᾽ εὐτυχίαν βασιλεύων ἐγήρασεν. Ἀλεξάνδρου δ᾽ εἰ μηδὲν ἄλλο, τὸ σῶμ᾽ ἰδοῦ κατατετρωμένον ἄκρας κεφαλῆς ἄχρι ποδῶν διακέκοπται καὶ περιτέθλασται τυπτόμενον ὑπὸ τῶν πολεμίων
ἔγχεΐ τ᾽ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν:
6 ἐπὶ Γρανίκου ξίφει διακοπεὶς τὸ κράνος ἄχρι τῶν τριχῶν, ἐν Γάζῃ βέλει πληγεὶς τὸν ὦμον, ἐν Μαρακάνδοις 7 τοξεύματι τὴν κνήμην ὥστε τῆς κερκίδος τὸ ὀστέον ἀποκλασθὲν ὑπὸ τῆς πληγῆς ἐξαλέσθαι: περὶ τὴν Ὑρκανίαν λίθῳ τὸν τράχηλον, ἐξ οὗ καὶ τὰς: ὄψεις ἀμαυρωθεὶς ἐφ᾽ ἡμέρας πολλὰς ἐν φόβῳ πηρώσεως; ἐγένετο πρὸς Ἀσσακάνοις Ἰνδικῷ βέλει τὸ σφυρόν, ὅτε καὶ πρὸς τοὺς κόλακας εἶπεν ἐπιμειδιάσαςτουτὶ μὲν αἷμα, οὐκ
ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν
8ἐν Ἰσσῷ ξίφει τὸν μηρόν, ὡς Χάρης; φησίν, ὑπὸ Δαρείου τοῦ βασιλέως εἰς χεῖρας αὐτῷ συνδραμόντος: αὐτὸς δ᾽ Ἀλέξανδρος: ἁπλῶς γράφων καὶ μετὰ πάσης ἀληθείας πρὸς Ἀντίπατρονσυνέβη δέ μοιφησὶκαὶ αὐτῷ ἐγχειριδίῳ πληγῆναι τὸν 9 μηρόν: ἀλλ᾽ οὐδὲν ἄτοπον οὔτε παραχρῆμα οὔθ᾽ ὕστερον [p. 445] ἐκ τῆς πληγῆς ἀπήντησενἐν Μαλλοῖς τοξεύματι διπήχει διὰ τοῦ θώρακος εἰς τὸ στῆθος: ὑπελάσας ἔλαβε 10 κατὰ τοῦ αὐχένος, ὡς Ἀριστόβουλος ἱστόρηκε. διαβὰς δὲ τὸν Τάναϊν ἐπὶ τοὺς Σκύθας καὶ τρεψάμενος, ἐδίωξεν ἵππῳ πεντήκοντα καὶ ἑκατὸν σταδίους, ὑπὸ διαρροίας ἐνοχλούμενος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: