Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τύχην τῆς σοφίας οὐδὲ τὴν πορφύραν καὶ τὸ διάδημα τῆς πήρας καὶ τοῦ τρίβωνος: ἀλλ᾽ εἶπεν ‘εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην’ , τουτέστιν ‘εἰ μὴ τὰ βαρβαρικὰ τοῖς Ἑλληνικοῖς κεράσαι διενοούμην καὶ πᾶσαν ἤπειρον ἐπιὼν ἐξημερῶσαι, καὶ πέρατα γῆς ἀνευρὼν καὶ θαλάττης ὠκεανῷ προσερεῖσαι 1 Μακεδονίαν, καὶ τὴν Ἑλλάδα σπεῖραι 2 καὶ καταχέασθαι γένους παντὸς εὐδικίαν καὶ εἰρήνην, οὐκ ἂν ἐν ἀπράκτῳ τρυφῶν ἐξουσίᾳ καθήμην, ἀλλ᾽ ἐζήλουν ἂν τὴν Διογένους εὐτέλειαν. νῦν δὲ σύγγνωθι, Διόγενες, ’
1 προσερεῖσαι] προσορίσαι Herwerdenus
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.