Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν
σιωπῶσαν προσαγορεύει,
τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν.
ἃς γὰρ οἱ
ζωγράφοι πράξεις ὡς γιγνομένας δεικνύουσι,
ταύτας οἱ λόγοι γεγενημένας
διηγοῦνται καὶ
συγγράφουσιν.
εἰ δ᾽ οἱ μὲν χρώμασι καὶ σχήμασιν οἱ δ᾽ ὀνόμασι καὶ λέξεσι
ταὐτὰ 1 δηλοῦσιν,
ὕλῃ καὶ τρόποις μιμήσεως
διαφέρουσι,
τέλος δ᾽ ἀμφοτέροις ἓν ὑπόκειται,
καὶ τῶν ἱστορικῶν
κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας.
ὁ γοῦν Θουκυδίδης 2 ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν,
οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ
γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς
ἀναγιγνώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος.
ὁ γὰρ παρὰ τὴν Ῥαχίαν αὐτὴν 3
τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης καὶ ὁ τὸν κυβερνήτην ἐπισπέρχων
Βρασίδας ἐξοκέλλειν καὶ χωρῶν ἐπὶ τὴν
βάθραν 4 καὶ τραυματιζόμενος καὶ λιποψυχῶν 5 καὶ ἀποκλίνων εἰς τὴν
παρεξειρεσίαν,
καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι
ναυμαχοῦντες δ᾽ ἀπὸ γῆς Ἀθηναῖοι:
καὶ πάλιν ‘
ὁ’
ἐν τοῖς Σικελικοῖς
‘
ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων,
ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας,
ἄλαστον 6 ἀγῶνα καὶ σύντασιν 7 [p. 460] τῆς γνώμης ἔχων’
διὰ
τὰς συντάξεις,
ὡς: ‘
...
8 συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ
περιδεῶς
συναπονεύειν’
9 τῇ διαθέσει 10 καὶ τῇ διατυπώσει τῶν γιγνομένων γραφικῆς
ἐναργείας ... .
11 ὥστ᾽ εἰ τοὺς ζωγραφοῦντας
οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς,
μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν.
12
τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν,
ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς
ἱστορεῖ,
Θέρσιππος ὁ Ἐρωεύς:
13 οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα,
δραμόντα
σὺν τοῖς ὅπλοις θερμὸν ἀπὸ τῆς μάχης καὶ
ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων,
14 τοσοῦτο μόνον εἰπεῖν ‘
χαίρετε
καὶ χαίρομεν’
15
εἶτ᾽ εὐθὺς ἐκπνεῦσαι.
πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης
ἀγωνιστὴς;
γενόμενος.
φέρε δ᾽ εἴ τις ὑπὲρ λόφου τινὸς ἢ σκοπῆς αἰπόλων
ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος
θεατὴς,
καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον ἧκεν
εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ ἀναίμακτος,
εἶτ᾽ ἠξίου τιμὰς ἔχειν
ἃς Κυνέγειρος 16 ἔσχεν,
ἃς Καλλίμαχος,
ἃς Πολύζηλος ὅτι τὰς τούτων
ἀριστείας καὶ τραύματα καὶ θανάτους
ἀπήγγειλεν:
ἆρ᾽ οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν ἀναίδειαν,
ὅπου γε
Λακεδαιμονίους φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην,
ἣν Θουκυδίδης 17
ἱστόρηκεν,
εὐαγγέλιον [p. 461] ἐκ φιδιτίου κρέας ἀποστεῖλαι;
18
καὶ μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ
κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι,
οἷς εὐαγγέλιον ὀφείλουσιν οἱ
πρώτως ἐντυγχάνοντες καὶ ἱστοροῦντες.
ἀμέλει
δὲ καὶ ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγιγνωσκόμενοι διὰ τοὺς
κατορθώσαντας:
οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις 19
καὶ ἀκοῆς;
ἀξιοῦνται.