Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τούτους ἀπεθέωσε τοῖς ὅρκοις 1 ὁ ῥήτωρ ὀμνύων οὓς οὐκ ἐμιμεῖτο.
Ἰσοκράτης δὲ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας ὥσπερ ἀλλοτρίαις ψυχαῖς
φήσας ἐναγωνίσασθαι καὶ καθυμνήσας τὴν τόλμαν αὐτῶν [p. 469]
καὶ τὴν ὑπεροψίαν τοῦ ζῆν, αὐτός,, ὥς φασιν, ἢδη γέρων γεγονὼς πρὸς
τὸν πυθόμενον πῶς διάγει, ‘οὕτως’ εἶπεν ‘ὡς ἄνθρωπος ὑπὲρ
ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν κακῶν τὸν θάνατον’ οὐ γὰρ ἀκονῶν ξίφος οὐδὲ λόγχην
χαράττων οὐδὲ λαμπρύνων κράνος; οὐδὲ στρατευόμενος οὐδ᾽ ἐρέσσων, ἀλλ᾽
ἀντίθετα καὶ πάρισα καὶ ὁμοιόπτωτα κολλῶν καὶ συντιθεὶς, μονονοὺ
κολαπτῆρσι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.