previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μαρτυροῦσι δὲ καὶ τῶν Ἑλλήνων οἱ σοφώτατοι, Σόλων Θαλῆς Πλάτων Εὔδοξος Πυθαγόρας, ὡς δ᾽ ἔνιοί φασι, καὶ Λυκοῦργος, εἰς Αἴγυπτον ἀφικόμενοι καὶ συγγενόμενοι τοῖς ἱερεῦσιν. Εὔδοξος μὲν οὖν Χονούφεώς φασι Μεμφίτου διακοῦσαι, Σόλωνα δὲ Σόγχιτος Σαΐτου, Πυθαγόραν δ᾽ Οἰνούφεως Ἡλιοπολίτου. 1 μάλιστα δ᾽ οὗτος, ὡς ἔοικε, θαυμασθεὶς καὶ θαυμάσας τοὺς ἄνδρας ἀπεμιμήσατο τὸ συμβολικὸν αὐτῶν καὶ μυστηριῶδες, ἀναμίξας αἰνίγμασι τὰ δόγματα: τῶν γὰρ καλουμένων [p. 480] ἱερογλυφικῶν γραμμάτων οὐδὲν ἀπολείπει τὰ πολλὰ τῶν Πυθαγορικῶν παραγγελμάτων, οἷόν ἐστι τὸμὴ ἐσθίειν ἐπὶ δίφρου’ ‘μηδ᾽ ἐπὶ χοίνικος καθῆσθαι’ ‘μηδὲ φοίνικα φυτεύειν2μηδὲ πῦρ μαχαίρᾳ 3 σκαλεύειν ἐν οἰκίᾳδοκῶ δ᾽ ἔγωγε καὶ τὸ τὴν μονάδα τοὺς ἄνδρας ὀνομάζειν Ἀπόλλωνα καὶ τὴν δυάδα 4 Ἄρτεμιν, Ἀθηνᾶν δὲ τὴν ἑβδομάδα, Ποσειδῶνα δὲ τὸν πρῶτον κύβον, ἐοικέναι τοῖς ἐπὶ τῶν ἱερῶν ἱδρυμένοις καὶ δρωμένοις νὴ Δία καὶ γραφομένοις. τὸν γὰρ βασιλέα καὶ κύριον Ὄσιριν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν: ἔνιοι δὲ καὶ τοὔνομα διερμηνεύουσι πολυόφθαλμον, ὡς τοῦ μὲν ος, τὸ πολύ, τοῦ δ᾽ ιρι τὸν ὀφθαλμὸν Αἰγυπτίᾳ γλώττῃ φράζοντος 5 τὸν δ᾽ οὐρανὸν ὡς ἀγήρων 6 δι᾽ ἀιδιότητα καρδίᾳ θυμὸν ἐσχάρας 7 ὑποκειμένης. ἐν δὲ Θήβαις εἰκόνες ἦσαν ἀνακείμεναι δικαστῶν ἄχειρες, δὲ τοῦ ἀρχιδικαστοῦ καταμύουσα τοῖς ὄμμασιν, ὡς ἄδωρον ἅμα τὴν δικαιοσύνην καὶ ἀνέντευκτον οὖσαν. τοῖς δὲ μαχίμοις κάνθαρος ἦν γλυφὴ σφραγῖδος οὐ γὰρ ἔστι κάνθαρος θῆλυς, ἀλλὰ πάντες ἄρσενες. τίκτουσι δὲ τὸν γόνον εἰς ὕλην, ἣν 8 σφαιροποιοῦσιν,: οὐ τροφῆς μᾶλλον γενέσεως χώραν παρασκευάζοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: